Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.84.2 | Hdt. 3.85.3 (English) | >>Hdt. 3.87.1 |
3.85.1
Δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός , τῷ οὔνομα ἦν Οἰβάρης . πρὸς τοῦτον τὸν ἄνδρα , ἐπείτε διελύθησαν , ἔλεξε Δαρεῖος τάδε · “Οἴβαρες , ἡμῖν δέδοκται περὶ τῆς βασιληίης ποιέειν κατὰ τάδε · ὅτευ ἂν ὁ ἵππος πρῶτος φθέγξηται ἅμα τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων , τοῦτον ἔχειν τὴν βασιληίην . νῦν ὦν εἴ τινα ἔχεις σοφίην , μηχανῶ ὡς ἂν ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις .”
3.85.2 ἀμείβεται Οἰβάρης τοισίδε · “εἰ μὲν δὴ ὦ δέσποτα ἐν τούτῳ τοι ἐστὶ ἢ βασιλέα εἶναι ἢ μή , θάρσεε τούτου εἵνεκεν καὶ θυμὸν ἔχε ἀγαθόν , ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σεῦ ἔσται · τοιαῦτα ἔχω φάρμακα .” λέγει Δαρεῖος · “εἰ τοίνυν τι τοιοῦτον ἔχεις σόφισμα , ὥρη μηχανᾶσθαι καὶ μὴ ἀναβάλλεσθαι , ὡς τῆς ἐπιούσης ἡμέρης ὁ ἀγὼν ἡμῖν ἐστι .”
3.85.3 ἀκούσας ταῦτα ὁ Οἰβάρης ποιέει τοιόνδε · ὡς ἐγίνετο ἡ νύξ , τῶν θηλέων ἵππων μίαν , τὴν ὁ Δαρείου ἵππος ἔστεργε μάλιστα , ταύτην ἀγαγὼν ἐς τὸ προάστειον κατέδησε καὶ ἐπήγαγε τὸν Δαρείου ἵππον , καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ τῇ ἵππῳ ἐγχρίμπτων τῇ θηλέῃ , τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον .
ch. 86
3.86.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.84.2 | Hdt. 3.85.3 (English) | >>Hdt. 3.87.1 |